TLG 3125 001 :: THEODOSIUS Diaconus :: De Creta capta

THEODOSIUS Diaconus Hist. Poeta, Diaconus
(Constantinopolitanus: A.D. 10)

De Creta capta

Source: Criscuolo, H. (ed.), Theodosii diaconi de Creta capta. Leipzig: Teubner, 1979: 1–39.

  • Praefatio ad Nicephorum Phocam: p. 1
  • Poema: pp. 2–39

Citation: Praefatio-poem — (line)

prae

(t)

〈PRAEFATIO AD NICEPHORVM PHOCAM〉
1 Ταῦτά μοι, ὦ μαγίστρων ἥλιε καὶ Ῥώμης ἐκδικητά, πεπόνηται μὲν ‘πρὸ καιροῦ‘ περὶ Κρήτης, οὐ δέδοται δέ· τὸ μὲν ἵνα μὴ χρόνοις τὰ σὰ τῶν τροπαίων λήθῃ παραδοθῇ κατορθώματα—ἃ γὰρ ἀνδρεία ποιεῖ ‘ἀμαυροῖ χρόνοσ‘, εἰ μὴ λόγος προφθάσας ἐν βίβλοις τισὶν ἐναπόθη‐
5ται—, οὐ δέδοται δὲ φόβῳ καὶ συστολῇ καὶ τῷ πολλὰ ἐναπολειφθῆ‐ ναι καὶ ἡττηθῆναι τοῖς σοῖς κατορθώμασι. Δέξαι οὖν, εἰ καὶ ‘τῆς ἀξίασ‘ εἰσὶν ‘ἐνδεᾶ‘, Θεοδοσίου ‘ψελλίσματα‘ καὶ περὶ τῆς τοῦ Χάλεπε γράφειν ἐπίτρεψον καταστροφῆς καὶ ἁλώσεως· οὕτω γὰρ ‘προθυμότερος γεγονὼσ‘ τῶν σῶν κατορθωμάτων, ὡς ἐξόν,
10γενήσομαι συγγραφεύς. Ἀχιλλεὺς γὰρ καὶ ὁ Μακεδόνων Ἀλέξανδρος καὶ οἱ μετ’ αὐτοὺς στρατηγήσαντες ἄριστα πολὺ τὸ κλέος τῇ συγγραφῇ καὶ μέχρι τοῦ νῦν ἀπηνέγκαντο· καὶ ὁ μὲν Ὁμήρῳ, οἱ δέ γε Πλουτάρχῳ καὶ ἄλλοις μέχρι τοῦ νῦν ᾄδονται καὶ φημίζονται. Ὡς ἐν προσώπῳ γοῦν ἡ μὲν ἀρχὴ τῶν ἰάμβων δοκεῖ πρὸς τὸν πάλαι
15βασιλέα ἡμῶν, τὸ δὲ τῶν ἐπαίνων κεφάλαιον πρὸς τίνα, εἴσῃ εὐθύς.1

poem

(t1)

ΑΛΩΣΙΣ ΚΡΗΤΗΣ ΠΟΝΗΘΕΙΣΑ ΠΑΡΑ
t2ΘΕΟΔΟΣΙΟΥ ΔΙΑΚΟΝΟΥ ΤΑΠΕΙΝΟΥ
t3ΤΩΙ ΦΙΛΑΝΘΡΩΠΩΙ ΚΑΙ ΚΡΑΤΑΙΩΙ
t4ΒΑΣΙΛΕΙΡΩΜΑΝΩΙ
t5〈Αʹ〉
1 Ῥώμη παλαιά, μὴ φθόνει τὸν δεσπότην τοὺς σοὺς στρατηγοὺς προσβαλοῦσα τῇ νέᾳ· κενῇ γὰρ ὁρμῇ καὶ μάτην ὁ Σκηπίων τὸν πλοῦτον ἐσκύλευσε τῆς δόξης ὅλον·
5ἰσχὺς γὰρ ἦν τίς ἢ κράτος Καρχηδόνος, ὅταν παρεστὼς μυριοξίφῳ μάχῃ τὰς συμφορὰς ἔπεμπε τῇ πορθουμένῃ; τίς ἦν ὁ Σύλλας, ὁ θρασὺς στρατηγέτης, ὁ τῶν Ἀθηνῶν τὴ κεκαυμένην πόλιν
10βαλών, ἀπ’ αὐτῆς τῆς σφαγῆς ἡττημένην; τίς ἦν ὁ Καῖσαρ, ὁ στρατευμάτων τρέχων ἐν ταῖς ἀφύρτοις συμπλοκαῖς καθημέραν; τίς ἦν ἐκεῖνος ὁ κρατηθεὶς ἐν στόλῳ καὶ τοὺς κρατοῦντας ἀνταναλώσας ξύλῳ;
15οὐκ ἦν στρατηγὸς ἄλλος ὡς ὁ δεσπότης, κἂν πλουτολεκτῶν ἐκδραμὼν ὁ Πομπίος ὡς ζῶν παραστῇ ταῖς μάχαις ὡπλισμένος καὶ δῷ τὰ λαμπρὰ τῆς τύχης διπλᾶ στέφη. Σὺ δὲ κτυπῶν, Ὅμηρε, κομπώδεις κτύπους,2
20ὑψῶν τὰ μικρά, δεῦρο, μὴ ‘κλέπτων λόγοισ‘, λάλει πρὸς ἡμᾶς ἡσύχως μετ’ αἰσχύνης. πορθήσεως γὰρ τῆς δεκαχρόνου κλόνος μικρὸς παρ’ ἡμῖν ἄρτι καὶ πλήρης ψόγων· τῆς Ἰλίου γὰρ τοὺς προπυργίους δόμους
25ἐκ τῶν ἀπ’ αὐτῆς λειψάνων ἐγνωκότες εἰς θαῦμα καὶ γέλωτα συμπεπτωκότες, ‘πῇ μὲν‘ γελῶμεν τῇ πλοκῇ τῶν ψευσμάτων, ‘πῇ δ’ αὖ‘ κροτοῦμεν τῇ στροφῇ τῶν ῥημάτων. ἀλλ’, ὦ στρατηγῶν ὁ κρατήρ, ὁ μιγνύων
30πράξεις ταπεινὰς εἰς ‘ἐπηρμένους λόγουσ‘, δίκασον αὐτὸς καὶ προσωποληψίαν ἀφεὶς παλαιὰν ὡς ζυγὸς γενοῦ στά〈θμησ〉. τοῦ δεσπότου δὲ καὶ θανὼν κρότει λόγοις τὰς παντοπόμπους καὶ ‘σοφὰς στρατηγίασ‘·
35μικρὸς γὰρ ἡμῖν ὁ στρατὸς τῆς Ἑλλάδος, μικραὶ φάλαγγες, ἀσθενεῖς στρατηγέται, Αἴας, Ἀχιλλεύς, Ὀδυσσεύς, Διομήδης, οἷς δόξα πολλὴ καὶ ‘θεῶν ψευδωνύμων‘ ἡ συντριβὴ φέρουσα τὰς ὁμιλίας
40κακῶς κατεσπάραττεν ἐκ τῶν ἐλπίδων. ἀλλ’, εἰ δοκεῖ σοι τῆς ἀληθείας τρίβους
καλῶς βαδίζειν ἢ κακῶς παρατρέχειν, ἐνταῦθα παῦε τῶν φόνων τῆς Ἰλίου, Κρήτης τραγῳδῶν τὰς ‘ῥοὰς τῶν αἱμάτων‘.3
45 Ἐπεὶ γὰρ ἧκεν ὁ στρατὸς τοῦ δεσπότου, πολλαῖς ταχείαις ὁλκάσιν πεφραγμένος, ‘ἡ γῆ‘ μὲν ‘ἐστέναζεν‘ ἡ τῶν βαρβάρων καὶ γειτονοῦσαν τὴν ὑγρὰν ἀπεστράφη. ὁ δὲ στρατηγὸς ὁ σταλεὶς Νικηφόρος,

poem

(50)

εἰδὼς ἑαυτὸν τῆς μάχης πρωτεργάτην, ‘ἔστησε τὰς φάλαγγασ‘ ἐγξίφους ὅλας, ἔστησε τάξεις οὐλαμοὺς πυργοδρόμους· ἔλαμψεν ἀσπίς, ἠκονημένη σπάθη, θώραξ κατ’ ἐχθρῶν εἶχε τὰς λαμπηδόνας,
55δόρυ κρατηθὲν δεινὸν ‘ἀντηύγει φόνον‘. Ἐπεὶ δὲ πάντας εἶδεν ἐκ τῶν ὑδάτων καὶ τῶν μεγίστων κυμάτων σεσωσμένους, μέσον σταθεὶς ‘ἤνοιξε‘ πρὸς θεὸν ‘στόμα‘· «Ἰδοὺ τὸ σὸν στράτευμα τοῖς ἐναντίων
60ὅροις παρεστώς, ‘δημιουργὲ κτισμάτων‘, τῶν σῶν κατ’ ἐχθρῶν ἦρε τὴν πανοπλίαν, καὶ σὲ προβάλλει μυρίων πυργωμάτων λύοντα δεσμοὺς εὐκλεᾶ στρατηγέτην. πλάτυνον αὐτῶν εἰς μάχην τὰς καρδίας,
65δίωξον αὐτοῖς τὴν πικρὰν δειλανδρίαν, αἴσχυνον ἐχθρῶν τῶν προφητῶν τοὺς λόγους, δεῖξον Πέτρος τίς καὶ τίς ὁ ψευδοπλόκος,
ὁ τὰς καμήλους ἐσθίειν ἐπιτρέπων, ὁ πορνομύστας ἐκτελῶν τοὺς βαρβάρους,4
70‘ψευδοπροφήτησ‘ ἐκφανεὶς πανουργίᾳ.» οὕτω βοήσας καὶ ‘λαβὼν τὴν ἀσπίδα‘ δημηγορῶν ἔλεξε τοῖς συνεργάταις· «Ἄνδρες στρατηγοί, τέκνα, σύνδουλοι, φίλοι, Ῥώμης τὰ νεῦρα, δεσπότου πιστοὶ φίλοι
75—οὗτος γὰρ ὑμᾶς τέκνα καὶ φίλους ἔχει, λόγοις παραινῶν, οὐκ ἀναγκάζων πόνοις—, ὁρᾶτε τούσδε τοὺς ἁλιδρόμους τόπους, ὁρᾶτε πολλὰς ἡμέρους ‘νήσους πέριξ‘· Ῥώμης ὑπῆρχον πατρικῆς κατοικία
80καὶ δεσποτῶν γῆ, πλὴν παρερπύσας ὄκνος καὶ νωθρότης ἔδειξε ‘γῆν ἀλλοτρίαν‘, τρέφουσαν ἐχθροὺς καὶ στερουμένην τέκνων. ἴωμεν ἀνθ’ ὧν εὐσθενῶς πρὸς βαρβάρους, λάβωμεν αὐτῶν ἐν ξίφει καὶ τὰς πόλεις
85καὶ τὰς γυναῖκας καὶ τὰ τῶν τέκνων τέκνα. μηδεὶς φοβείσθω τὰς βολὰς τῶν βαρβάρων, μηδεὶς φοβείσθω τραῦμα φλεγμαῖνον μάχης, μηδεὶς τὸ πικρόν, τὴν τελευταίαν βλάβην. ἂν γὰρ τὸ λουτρόν τις λαβὼν ᾑμαγμένον
90εἰς αἷμα λουθῇ τῶν ὑβριστῶν βαρβάρων, πλύνει τὸ σῶμα ταῖς ‘ῥοαῖς τῶν αἱμάτων‘ καὶ λαμπρὸς ‘ἐκ γῆσ‘ αἴρεται νικηφόρος. εἰ δ’ ἔστιν αὐτὸς τέκνα καὶ κλήρους ἔχων, πατὴρ ὄπισθεν δεσπότης λελεγμένος,
95ἐκεῖνος αὐτοῦ ‘φροντίσει‘ καὶ τῶν ‘τέκνων‘
καὶ τῆς γυναικός· τοῦτο μὴ δεδοικέτω. μόνον κροτείτω συμπλοκαῖς τὴν ἀσπίδα, μόνον προθύμως ὀξὺ ‘τεινέτω δόρυ‘, μόνον φανείτω πατρικῶς ὡπλισμένος,5

poem

(100)

μόνον τὸ Ῥώμης μὴ καθυβρίσῃ κράτος.» Τούτοις ‘πτερώσας τοῖς λόγοισ‘ τοὺς οἰκέτας ‘ἀνὴρ ὁ πιστὸσ‘ ἐν μάχαις Νικηφόρος λέοντας ἐξέπεμψεν ὡς ὀρειτρόφους, πᾶσαν κλονοῦντας Κρητικὴν κακουργίαν,
105οὐ μὴν παρέργως ἢ στρατηγέτου δίχα· μέσον γὰρ αὐτὸς ἱπποτῶν ἐζωσμένος τανύστομον μάχαιραν ἠκονημένην, ‘πῇ μὲν‘ πατάσσων εἵπετο ξενοτρόπως, ‘πῇ δ’ αὖ‘ τὸ ‘πῦρ‘ μάστιγα ‘βάλλων‘ οἰκίαις.
110ἐπεὶ δὲ πάντες ἦσαν ἀντὶ θηρίων ‘ἐκεῖθεν ἔνθεν‘ λοιμικῶς ἡπλωμένοι, ἦν θρῆνον οἰκτρὸν καὶ φυγὴν βλέπειν τότε καὶ θαῦμα πικρὸν συμφορᾶς ἐναντίας· ‘ἔκειτο‘ καὶ γὰρ πλῆθος ‘εἰς κόνιν‘ μίαν
115ἀνδρῶν, γυναικῶν, δυστυχῶς ἐσφαγμένων. ἐκεῖ τὰ τέκνα πρὸς σφαγὴν ἠπειγμένα ἔπιπτον εἰς γῆν τῇ ποδῶν περικλάσει· ἐκεῖ γέροντες τῷ χρόνῳ κεκυφότες ‘ὄλισθον εἶχον‘ ἐμποδὼν πεπτωκότες
120καὶ φοινικῆν ἔβαπτε τὸ ξίφος τρίχα, ἣν εἶχε λευκὴν ὁ χρόνος βεβαμμένην· ἐκεῖ γυναῖκες ἀγκαλῶν κάτω βρέφη ἔρριπτον εἰς γῆν, καὶ γονῆς ἀστοργίαν κίνδυνος ἀντήγειρε ταῖς τεκνοτρόφοις.
125ἀνῆπτο καὶ πῦρ, ἀντέλαμπε τὰ ξίφη, ἐπορφύρου γῆν ἡ ‘ῥοὴ τῶν αἱμάτων‘ καὶ Κρητικοῖς ἦν τοῖς τόποις μεμιγμένη, ὡς χρῶμα καινόν, τρίχροος τιμωρία. Ἐπεὶ δὲ Κρητῶν δεῖπνον οἱ μὲν ὀρνέων6
130ἔκειντο νεκροὶ καὶ πνοῆς ἐξηρμένοι, ἄλλοι δὲ τὴν νέκρωσιν ἱππικῷ τάχει φυγόντες εἰσήγοντο τῶν ‘πυλῶν ἔσω‘, ὁ μὲν πατήσας τῶν πυλῶν ἔνδον φόβῳ ἔρρεγχεν ἐχθρὸς τῇ φυγῇ πεπνιγμένος,
135ὁ δὲ στρατηγὸς ἐκδραμὼν χώραν ὅλην καὶ τὴν μὲν εἰς πῦρ τμητικῶς περισχίσας, τὴν δὲ ξίφει δοὺς καὶ κατασκάψας πόλεις, ἤλαυνεν εὐθὺς εἰς στροφὴν ὀπισθίως. καὶ θᾶττον ἐλθὼν ναυτικῶν ὁρισμάτων
140ἔνδον κατεκράτησε τὸν στρατὸν μόλις, καὶ ναῦς ἀνάψας γῇ χαρίζεται φέρων, ἄπιστον εἰδὼς τὴν ὑγρὰν εὐεργέτιν. ἐκεῖ δὲ μείνας ‘ἡμερῶν‘ τριῶν ‘κύκλουσ‘, τὴν ἵππον ἡτοίμαζε καὶ τὸν ἱππότην,
145καὶ γῆν σκοπήσας ἀμφιδεξίῳ τρόπῳ ἔστησε πλῆθος χιλίανδρον τεκτόνων καὶ ‘γῆθεν ἐρρίζωσε‘ πυργηρουμένην ‘πόλιν φυλάττειν‘ τὰς στροφὰς στρατευμάτων. Ὅμηρε, δεῦρο καὶ πάλιν μετ’ αἰσχύνης

poem

(150)

Ἑλληνικὰς κήρυσσε τὰς τειχουργίας, ἃς Ἕκτορος χεὶρ καὶ βολὴ καταστρέφει ἀραχνοειδῶς τοῖς στρατοῖς ἐκτισμένας. Ὡς οὖν καμίνους οἱ μὲν ἐκ τῶν τεκτόνων
πυριφλεγούσαις ἀντανῆπτον ταῖς λίθοις,7
155οἱ δὲ στροφὰς ἔπασχον ἀντελιγμάτων, τοῖς μαγγάνοις βάλλοντες εἰς βάθρον πέτρας, οἱ Κρητικοὶ δράκοντες οἱ λοφοδρόμοι, ἐκ τῶν φαράγγων ἐκδραμόντες, εἰς μίαν βουλὴν συνηθροίζοντο τὴν αὐτοκτόνον,
160καὶ τῷ στρατῷ μὲν συμβαλεῖν οὐκ εὐτύχουν —ἔπληττεν αὐτοὺς ὁ στρατὸς γὰρ ὡς βέλος—, τοῖς τέκτοσιν δὲ προσβαλόντες ὀξέως, πίπτουσιν εἰς γῆν τῇ βολῇ τῶν τεκτόνων· ὁ σὸς γὰρ αὐτοὺς ὡς στρατηγέτης πόθος
165ἔπειθε τὴν δίκελλαν εἰς ξίφος τρέπειν. καὶ γίνεται ῥοῦς ἐκχυθεὶς τῶν αἱμάτων ‘εἰς πλησμονὴν‘ ἄπειρον ὑδατουμένην καὶ τὰς καμίνους σβεννύει τὰς ἐμπύρους, ὥσπερ χαράδρας εἰσπεσοῦσα πικρία·
170λαβὼν δὲ τὴν ἄσβεστον εἶχεν ὁ κτίσων φοινικοειδῆ τῶν πετρῶν τῇ συνθέσει. κάλει, στρατηγέ, τὴν πόλιν Φοινικίαν· φοινίσσεται γὰρ τῇ βαφῇ τῶν αἱμάτων. Ὡς οὖν στρατηγῶν ὁ κρατῶν Νικηφόρος
175ἔγνω τὸ συμβάν—καὶ γὰρ ἠγνόει τότε—, πέμψας κατέσχε ζῶντας ἐκ τῶν βαρβάρων ὄφεις πονηροὺς πέντε πεντηκοντάδας, βαλὼν δὲ κλοιοὺς εἰς ἀκαμπεῖς αὐχένας, τούτοις παρεῖχε πατρικὰς τὰς ἀξίας.
180Κρήτη, τὰ τέκνα, βαρβαροτρόφε, βλέπε οἵων μετέσχον ἀξιωμάτων ἄφνω. Ἐπεὶ δὲ ‘μοῖραν εἶχε‘ νὺξ τὴν ἑβδόμην
—τῆς ‘εὐφρόνησ‘ γὰρ τὸ σκότος παρεκράτει—, σάλπιγγας ἠλάλαξαν ἐν βοῇ ξένῃ8
185καὶ πᾶς κρατῶν ἦν σὺν βοῇ τὴν ἀσπίδα, πεζός, στρατηγός, ταξιάρχης, ἱππότης. τῆς ἡμέρας δὲ τῆς ῥοδόχρου λαμπάδας ἐκ τῶν σκοτεινῶν ἀνταναψάσης πόρων, φάλαγξ ἀνώρμων ἱππικὴ ξιφηφόρος,
190ἔχουσα πλῆθος μυριάνδρου πεντάδος. πεζῶν δὲ πολλῶν ἦν ὁρᾶν πανοπλίαν, κινουμένην ἄριστα τακτικῇ βάσει, καὶ τοὺς στρατηγοὺς ὥσπερ ἐν ποίμνῃ μέσον βαίνοντας, ἀρνῶν θηροβάκχους ποιμένας.
195ὡς δὲ κλοπῇ χαίροντες ‘ἅρπαγες λύκοι‘ ‘χειμῶνος ὥρᾳ‘ καὶ παρεκτάσει κρύους ὁμοῦ ζυγέντες τῶν ὀρῶν ὁμοφρόνως μάνδρας κλονοῦσι καὶ βιάζουσιν κύνας, οὕτω ζυγέντες οἱ κλάδοι τῶν σῶν πόνων,

poem

(200)

ἱππεῖς, στρατάρχαι, τοξόται, λοχοκράται, πύργους βαλεῖν ἔσπευδον ‘ἐν τάχει‘ κάτω, ‘θυμοῦ πνέοντεσ‘ ὥσπερ ἄκριες ζάλης. Ὁ λαμπάδας δὲ φωσφόρους κακοχρόους καιροῖς ἀνίσχων καὶ καταστέλλων πάλιν
205λουτροῖς κατημαύρωσε τὰς λαμπηδόνας, καὶ νὺξ τὸ πέπλον ἐκ βαφῆς μελαγχρόου εἰς πάντα γῆς ἥπλωσε καὶ πόλου μέρη. τῶν σῶν δὲ πλῆθος οὐ στρατῶν ἢ θηρίων —θῆρες γὰρ οὗτοι τοῖς σπαραγμοῖς βαρβάρων—
210ἄγρυπνον ‘εἶχε‘ τὴν ‘βάσιν‘ καὶ τὴν στάσιν. εἰ δ’ ἦν κλαπείς τις ἀμερίμνους εἰς ὕπνους, ἐκεῖ παρεστὼς ἐξ ‘ὀνειράτων πύλησ‘ τοιαῦτα φωνῶν τῆς βλάβης ἀνεστόμους· «Τί τὸν στρατηγὸν οὐ δεδοικώς, ἱππότα,9
215μέσον σφαγῆς πέπτωκας εἰς ξένους τόπους, ὅπου τροπή, κίνδυνος ἐστομωμένος, πνέει καθ’ ἡμῶν φλεγμονὰς πυρεκβόλους; μικρόν τι καρτέρησον ἐμβαλὼν κράνος· ὑπὲρ θεοῦ 〈νῦν〉 ἵστασαι καὶ τῆς δίκης.
220ἄφες τὸν ὕπνον καὶ κράτει τὴν ἀσπίδα, μὴ γνῷ τὸ συμβὰν ὁ στρατηγὸς τῆς μάχης.» οὕτω τὸ νωθρὸν ἐξέκοπτες ἐργάτου, εἴπερ παρῆν τις νωθρότης τοῖς οἰκέταις. Ἐπεὶ δὲ καὶ φῶς ἡμέρα προμηνύειν
225λευκοῖς χιτῶσιν ἤρξατο ζοφοφθόρος, ‘πέπλοισ‘ δὲ λαμπροῖς ‘ἐστόλισεν‘ αἰθέρα, ἦν ‘γῆν θεωρεῖν‘ λευκόμορφον καὶ μάχης κήρυκα τῶν σῶν ἐκδραμεῖν στρατευμάτων, τείχει 〈δὲ〉 μακρῷ τὴν φάλαγγα προσξέειν
230ἐπεισπεσοῦσαν τῶν ἐναντίων ἄφνω. ἐκεῖ τὸ πλῆθος τῶν φερεκλοίων ἅπαν τάξας στρατηγὸς τμητικῶς ἀναρπάσαι, οἱ συστρατάρχαι τῆς πικρᾶς ἀλγηδόνος τὸ συμβὰν οὐκ ἤνεγκαν, ἀλλὰ τὰς ‘θύρας
235ἤνοιξαν‘, ἐξέπτησαν ἀντὶ στρουθίων καὶ πρὸς τάφρον πλήξαντες ἀντανακλάσει τὴν τάφρον ἀντέβαινον· ἀλλ’ ἐμπροσθίως
πληγέντες ἐξήλαυνον ἐξοπισθίως. ὡς οὖν φυγῆς ἦν γὰρ τρόμου καὶ δειλίας10
240‘δεινὸς χαρακτὴρ‘ καὶ ταχύστροφος κλόνος, ἡ τάφρος αὕτη τῶν ἐναντίων τάφος καὶ συμφορᾶς ἦν ἀστέγαστος οἰκία. ‘εἶχον‘ γὰρ αὐτοὶ συμποδιστὰς καὶ ‘τόπουσ‘, οὕσπερ κατεσκεύαζον εἰς σωτηρίαν,
245ὡς ἂν μάθωσιν ἐξ ἀναισθήτων τόπων τὴν πίστιν αὐτῶν ἀξίαν ὑβρισμάτων. τίς ἂν προφήτης εὑρεθεὶς πρὸ τῆς μάχης τοῖς ταφρορύκταις εἶπεν ἂν τῶν βαρβάρων ὡς τύμβον ἐξώρυττον, οὐ τάφρον, τέκνοις;

poem

(250)

Ἄνικμε Κρήτη, μὴ στένῃς ἀνομβρίαν, τὰ τέκνα λαμβάνουσα τῇ μάχῃ νέφη, ἐν οἷς ἐπελθὸν ὡς πνοὴ Ῥώμης δόρυ καὶ πνεῦσαν, ὥσπερ συστροφή τις, τοὺς φόνους ὄμβρους ἀφῆκεν ‘αἱμάτων πολυρρύτων‘.
255 Δημόσθενες, Φίλιππος οὐκ ‘ἔχει κράτοσ‘, Πλούταρχε, Καῖσαρ ‘οὐκ ἔχει παρρησίαν‘, Δίων, ὁ Σύλλας ‘εἰς μάτην‘ δημοκράτωρ. ἄφες, Ξενοφῶν, τοὺς ἀνικήτους γράφειν, τὸν Ῥωμανὸν θαύμαζε καὶ μόνον γράφε.
260 Κύζικε, συνθρήνησον, ἡ κεκαυμένῃ Κρήτῃ παθοῦσα συμφορὰς ἰσοκράτους· σοὶ γὰρ παλαιὸς τοὺς φόνους Μιθριδάτης, νέος δὲ ταύτῃ Ῥωμανὸς πλέκει φόνους. Ἀλλ’ ὦ στρατηγὲ γῆς ὅλης—καὶ γὰρ πρέπει
265τὸ μέλλον εἰπεῖν—, μὴ φθόνει τὸν οἰκέτην κροτοῦντα τὰς σὰς νικοσυνθέτους μάχας, τράνου δὲ γλῶτταν, ‘δὸσ‘ λόγου ‘παρρησίαν‘· πλήττει γὰρ ἡμᾶς κέντρα τῆς ἀτολμίας. Θεοδοσίου μὴ παραβλέψῃς πόνους11
270τοῦ στέμματός σου συγγραφέντας εἰς κλέος, ὡς ἂν βαδίζῃ χεὶρ γράφειν ἠπειγμένη πρὸς δευτέραν σου τοῦ στρατοῦ πανοπλίαν.
post272t〈Βʹ〉
273 ‘Οὕτως ἐχόντων‘ Κρητικῶν παλαισμάτων, Ῥώμης τὸ κάλλος, Ῥωμανὲ σκηπτοκράτορ,
275οἱ μὲν ‘κακῶς ἔπασχον‘ ἐν ξένοις τόποις, εἰς καῦμα καὶ μάχαιραν ἀνθωπλισμένοι —τὰς γὰρ φλογώδεις λαμπάδας βελῶν δίκην ἔπεμπε τοῖς σοῖς οἰκέταις ὁ φωσφόρος—, αὐτὸς δὲ καῦμα καὶ ξίφος τὰς ‘φροντίδας
280εἶχεσ‘ δι’ αὐτοὺς ἔνδον ‘ἐν τῇ καρδίᾳ‘. ὡς οὖν τὸ πῦρ σε τῆς ἀγρυπνίας φλέγον ὠχρὰν ἐποίει τὴν ἔναστρόν σου θέαν, οὐκ εἶχον εἰπεῖν οἱ βλέποντες αἰτίαν πῶς σου τὸ φαιδρὸν εἰς στυγνὸν μετετράπη,
285ἕως στενάξας ἐμπόνως ἐξ ἐγκάτων φλογμοὺς ἀφῆκας τῶν κάτω πυρσευμάτων, λέγων τὸ πρᾶγμα πᾶσι τοῖς ὑπηκόοις· ἔπληττε γάρ σε πατρικῶν στρατευμάτων πληθὺς σφαλεῖσα τοῖς ὁμοστόλοις πόνοις,
290ἀλλ’ οὐ παρῆν σοι ψυχαγωγῶν οἰκέτης·
πᾶσιν γὰρ ἦν ἄγνοια τῶν πεπραγμένων. θεὸς δὲ τὴν σὴν θλῖψιν εἰς εὐθυμίαν θᾶττον μετεσκεύασεν, ὃς παραυτίκα τὸν ἄγγελόν σοι δεικνύει νικηφόρον12
295ἐκ τοῦ μάχαιραν δουλικῶς ἐζωσμένου. ἐπεὶ δὲ τὸν ‘νοῦν‘ τῶν γεγραμμένων ‘ἔγνωσ‘ —ἐπιστολὴν γὰρ εἶχεν ἐσφραγισμένην—, οὐ τὴν ‘λύραν ἔκρουσασ‘, ὡς Δαβὶδ πάλαι, ἢ γλῶτταν ἐτράνωσας ἀντὶ τῆς λύρας·

poem

(300)

εὐθὺς δὲ τὴν φάλαγγα τῶν μονοτρόπων —φάλαγξ γὰρ αὕτη καὶ ξίφους χωρὶς τρέπει, κλίνει τὰ νῶτα καὶ ‘καταστρέφει πόλεισ‘—, ταύτην κατ’ ἐχθρῶν μυστικῶς ἐπεκρότεις καὶ παννύχους ‘δέδωκας εὐχαριστίασ‘,
305τῇ συστρατήγου προσδραμὼν κατοικίᾳ. Τοιαῦτα μὲν σὺ συμπονῶν τοῖς οἰκέταις· ἐπεὶ δὲ ποινῆς ἐξεπληρώθη στόμα —ποινὴ γὰρ ἐχθροῖς τῆς σφαγῆς ἡ πικρία—, τὴν τάφρον εἰδὼς ὁ στρατηγὸς τῆς μάχης
310‘κρημνοὺσ‘ ἔχουσαν καὶ ‘φαραγγώδεις τόπουσ‘, ‘βαλεῖν πέτρασ‘ ἔταξε καὶ γῆν καὶ ξύλον, ὁδοιπορῆσαι τὰς χελώνας εὐκόλως. ἐκεῖ τὸ πλῆθος εἶχε τῶν προσταγμάτων ἔργον τὸ λεχθέν, ἀλλὰ τῶν ἐναντίων
315νέφη παρεῖχον αἱ βολαὶ τεταγμέναι. Ἀὴρ λάλησον, μαρτύρει, μὴ διστάσῃς τοῦ σοῦ χιτῶνος τὴν ὑφανθεῖσαν κρόκην, ἐν ᾗ στολισθεὶς ἀντανέκλασας βλάβην, ἐκ τῶν ἀδήλων συμφορῶν ὑφασμένην,
320δι’ ἧς ἔπιπτον τῶν ἐπάλξεων κάτω
οἱ τὴν ‘ὀφρῦν ἔχοντεσ‘ ἅρπαγες κύνες. Ἐπεὶ δὲ λοιπὸν ἡμερῶν ὀκτὼ μέχρι ὁ τῆς χαράδρας ὄμβρος οὐκ ἀνεστάλη, ἀλλ’ ‘εἶχε καιρὸν‘ ἡ φαρέτρα καὶ βέλος,13
325‘κριοὺσ‘ ἀφῆκε καὶ χελωνίους τέχνας καὶ ‘πετροπόμπους σφενδόνασ‘ καὶ συνθέσεις δεινὰς κατ’ αὐτῶν κλιμάκων εὐσυνδέτων. ὡς οὖν ἐκείνων τὰς νέας τιμωρίας οἱ καστρανοῖκται μὴ φέροντες ἠπόρουν,
330τάττει τὸν ὄχλον καὶ πάλιν ποινὰς πλέκει ὁ σοὶ ποθητὸς οἰκέτης Νικηφόρος· τῶν γὰρ πεσόντων δυσμενῶν ταῖς σφενδόναις ἔταξε πέμπειν τὰς κάρας βελῶν δίκην, ὡς ἂν τὸ λεπτόνημον αἰθέρος πλάτος
335χαρῇ μολυνθὲν συμφορᾷ τῶν βαρβάρων καὶ γνῷ τὸ ‘πλῆθος τῆς ἁμαρτίασ‘, ὅτι καὶ τῶν μελῶν ‘ἔχουσιν‘ εἰς ποινὴν ‘θέσιν‘. ἔρριπτον ἔνδον ἀντὶ πετρῶν τὰς κάρας, ἔβαλλον αὐτῶν πολλάκις καὶ πατέρας
340καὶ τοὺς ἀδελφούς· καὶ θανὼν εἷς ἐν μάχῃ φονεὺς ὑπῆρχε πατρικῇ φονουργίᾳ· τῆς γὰρ κρατούσης σαρκικῆς ἀβλεψίας λυθεὶς ἐκεῖνος καὶ μαθὼν τὸ συμφέρον, τοῖς χριστολάτραις συμμαχεῖν ἠπειγμένος,
345τοῖς ψευδολάτραις ἦν βολὴ ποινηφόρος. Ὡς οὖν ἐκείνας εἶχε τὰς σάρκας πόλις πλήρεις μολυσμῶν, οἱ ξύναιμοι τῷ γένει ἔκραζον οὕτω τῇ βοῇ τῶν βαρβάρων·
«Σεὴπφ ἐχειμὰτ ἰσχαρὸπ καὶ τὴν ῥάσαν14

poem

(350)

σερμὴτ μιδήνη καὶ χάητ ἰπφησάνη.» ἀλλ’ ἡ βοὴ μὲν ἦν ‘ἔθει‘ τῷ ‘πατρίῳ‘, ἡ δὲ σφαγὴ σοὶ Κρητικοῖς εὑρημένη. ἦν οὖν ἐκείνων ὁ κρατῶν στρατηγίας γέρων ἀμηρᾶς ὠχρός, ἔμπλεως πόνων,
355μικρός, φαλακρός, δεινόφρων, τὸν ἐκ Πύλου γέροντα νικῶν ἐν μελιρρύτοις λόγοις· ἀλλ’ οὐδὲν αὐτὸν ὠφέλησαν οἱ λόγοι, κἂν ἦσαν εὐθεῖς, προσβαλεῖν σου τῷ κράτει. ὅμως ἐτόλμα—καὶ γὰρ ἦν στρατηγέτης
360‘τρέφων‘ ἑαυτὸν ‘ἐν κεναῖσ‘ ταῖς ‘ἐλπίσι‘—, ‘βουλὴν δὲ ποιεῖ‘ καὶ καλεῖ τοὺς ‘ἐν χρόνῳ‘ ὁμοστόλους γέροντας ἐν συνεδρίῳ. Ἐκεῖ καθεσθεὶς καὶ ‘στενάξας ἐκ βάθουσ‘, ‘φωνὴν ἀφῆκε‘ τοῖς πόνοις μεμιγμένην·
365«Τίς, ἄνδρες, ὑμῶν πῦρ ἔχει τῇ καρδίᾳ καῖον, φλογίζον ὡς ἐμὲ φλέγει φάλαγξ Ῥώμης κλονοῦσα τὴν ἐμὴν τοπαρχίαν; τίνος τὰ τέκνα τὴν τελευταίαν βλάβην ἐκ τῆς σπάθης εἴληφε τῆς τεθηγμένης;
370τίνος τὸν ἀγρὸν ἐκβιβρώσκεται ζέον τὸ πῦρ ἐπελθόν, ἡ ‘πικρὰ τιμωρία‘; ἐκεῖνος ἡμῖν ἄρτι συμβουλευέτω, γνώμην διδοὺς ἄριστον ἀντὶ τοῦ σθένους. ἀλλ’, εἰ δοκεῖ, στήσωμεν ἄνδρας ἱππότας
375τρὶς ἑπτὰ τοῖς βάλλουσι πεντηκοντάδας·
ἔπειτα πεζῶν ἑξάδας τρισμυρίους, πάντας σιδηροῦς, εἰς θέαν μελαγχρόους, ὡς ἂν καταπλήξωσι τοὺς ἐναντίους, φανέντες αὐτοῖς τῶν πυλῶν ‘παρ’ ἐλπίδα‘.»15
380 Οὕτως ὁ τὸ πρὶν αὐθαδῶς ἡπλωμένος δημηγορῶν ἦν δυστυχῶς ἐσφιγμένος. καὶ δὴ στρατεύσας καὶ φαλαγγώσας ὅλους, ἐκ τῶν ὀπῶν ἤθροιζεν ὁ δράκων ὄφεις· εἰδὼς δὲ πάντας εἰς ὁδοὺς δειλανδρίας
385ὁμοῦ βαδίζειν ἢ σφαγῆς αἱρουμένους, σταθεὶς παρώρμα τοὺς κακοὺς παρεργάτας· «Ἐν τῇ τρυφῇ σπεύσωμεν, ἄνδρες ἱππόται, τῆς νῦν φανείσης μυριοξίφου μάχης. ἴωμεν εἰς μάχαιραν ἀντὶ τῶν τέκνων,
390ὑπὲρ γυναικῶν καὶ φίλων καὶ πατρίδος. μηδεὶς φοβείσθω τὰς ‘τομὰσ‘ τῶν ‘φασγάνων‘· εἰ γὰρ θάνῃ τις, σώζεται παραυτίκα καὶ ζῶν πορευθῇ καὶ λάβῃ κατοικίαν, ὅπου προφήτης οἶδε χειμάρρους λέγειν
395γάλακτος, ἐκ μέλιτος, ἐξ οἴνου ῥέειν. εἰ δ’ αὖ δεδοικὼς οὐχ ὑπὲρ τέκνων θάνῃ, τοῦ δὲ προφήτου τοὺς λόγους παραδράμῃ, θνήξει παρ’ ἡμῶν καὶ μεταστὰς τοῦ σκότους τὴν ἀπρόοπτον δέξεται τιμωρίαν.»

poem

(400)

οὕτω παραινῶν καὶ παρορμῶν ‘εἰς μάχην‘, προωδοποίει τὴν σφαγὴν τοῖς ἀξίοις. Ὁ δὲ στρατηγὸς ὁ κρατῶν Νικηφόρος οὐκ ‘εἶχε καιρὸν‘ ἀγνοεῖν τὰς τοῦ πλάνου,
ἅσπερ παρέλκων ἔπλεκε στροφουργίας·16
405ἦν γάρ τις αὐτῷ τὰς ὁδοὺς προμηνύων ἐκ τῶν ἀκόσμως ἔνδον ἐγκεκλεισμένων. οὕτω στρατάρχας ἄνδρας, εὐθεῖς ἱππότας, φαλαγγοσώστας, πεζοτοξο〈το〉κράτας, ‘εἰς ἓν συνῆψε‘ τοῖς στρατηγέταις ἅμα·
410μέσον δὲ τούτων εὐσταλὴς ὡς ἱππότης σταθεὶς ‘ἀφῆκεν‘ ὁπλικωτάτους ‘λόγουσ‘· «Ῥώμης τὰ νεῦρα, τέκνα, σύνδουλοι, φίλοι, ἰδοὺ καθ’ ἡμῶν καὶ πάλιν τὸ θηρίον γεννᾶν ἔσωθεν ἤρξατο σκευωρίας·
415ἰδοὺ τὸ δεινὸν τῆς Χαρύβδεως στόμα ἀναρροφῆσαι μαίνεται Ῥώμης κράτος· ἰδοὺ συριγμοὺς ὁ δράκων χειᾶς μέσον κήρυκας ὀργῆς καὶ σφαγῆς ἀναπνέει· φυσᾷ τὸν ἰὸν καὶ ‘βιάζει τὴν φύσιν‘·
420ἀλλ’ ἔστιν αὐτοῦ τὸ θράσος δειλανδρία. μηδεὶς φοβηθεὶς ἐξόπισθεν φευγέτω· θυμὸς γὰρ αὐτῷ μέχρι τῶν κτύπων μόνων. ἴωμεν ἀνθ’ ὧν εὐσθενῶς ὡπλισμένοι· ‘ἔχουσι σάρκασ‘ καὶ τὰ τῆς Ἄγαρ τέκνα.
425οὐκ ἔστιν αὐτοῖς σὰρξ σίδηρος ἢ λίθος· ἀλγοῦσιν, ἂν λάβωσι, Ῥωμαίων πλέον, ἀργοῦσιν, αὐτῶν εἰ ‘κοπῶσιν αἱ χέρεσ‘, πίπτουσιν εἰς γῆν, εἰ κοπῶσιν οἱ πόδες. μηδεὶς νοσήσῃ τὴν πικρὰν ἀνανδρίαν,
430μηδεὶς φοβηθεὶς οὐ φανῇ Ῥώμης κλάδος,
μηδεὶς νόθον γέννημα καὶ σπορὰν ξένην δείξειν ἑαυτὸν ἐν κακοῖς σπουδαζέτω. αἰδώς, ἀδελφοί, τῆς φυγῆς ἡ ζημία· αἰδεῖσθε φεύγειν καὶ πτοεῖσθαι τὰ ξίφη.17
435ποῦ γὰρ φυγοῦσιν ‘εὑρεθῇ σωτηρία‘, ‘μένουσιν ἔνδον‘ Κρητικῶν ὁρισμάτων; οὐκ ἔστιν ἰσχὺς τῆς Ἄγαρ τοῖς ἐγγόνοις· ‘θεὸσ‘ γὰρ ἡμῖν ‘συμμαχεῖ‘ καὶ συντρέχει.» οὕτω στομώσας τοῦ στρατοῦ σου τὰ ξίφη,
440λόχους ἐποίεις καὶ τροπὴν πεπλασμένην, ὡς ἂν κλαπέντες ἔνδοθεν τειχισμάτων ἔξωθε θαρσήσωσιν ἐκβεβηκέναι. Ὡς οὖν 〈ὁ〉 καιρὸς ἤγγισεν βουλευμάτων, ‘ὥραν ἐχούσησ‘ τῆς ῥοδοχρόου τρίτην,
445χειὰς ἀνώρμων ὡς ὄφεις οἱ τὰς κάρας ἔχοντες ὡς ὄνειδος ἐξυρημένας. τούτων ὑπῆρχε καὶ κρότος ταῖς ἀσπίσι, βοή τε πολλὴ καὶ τρόμου πατὴρ φόβος καὶ πάντα δεινά, τοῖς δὲ σοῖς στρατηγέταις

poem

(450)

τάξις, σιωπή, σεμνότης, προθυμία. εἷς οὖν στρατηγῶν ‘εὐγενοῦς ῥίζησ‘ κλάδος, ἀνὴρ ‘κραταιὸσ‘ εἰς στροφὴν ἀκοντίου, βραδὺς δὲ φεύγων καὶ ταχὺς κατατρέχων, λόγους γλυκεῖς ἔλεξεν ἐν στρατῷ μέσον·
455«Πρωτοστράτηγε, πῶς λιπὼν τὸν δεσπότην οὐχ ὡς μάγειρος τῇ βαναυσίῳ τέχνῃ
κυκῶν ἔμιξας τοῦτον ἐν παραινέσει, ὡς ἂν τὸ νέκταρ ὁ γλυκὺς στεφηφόρος ταῖς σαῖς γένηται προσταγαῖς ἀρτυσία;18
460ἐκεῖνος ἡμᾶς νουθετῶν, ἐπιτρέπων, ‘τὴν χεῖρα‘ πᾶσιν ‘ἐξαπλῶν‘ εὐηργέτει. μνησθῶμεν αὐτοῦ ῥημάτων μελιρρύτων καὶ τῶν τραπεζῶν, εἶτα τῶν χαρισμάτων. μνήσθητε καὶ θάνωμεν, ἄνδρες, εἰς δέον
465ὑπὲρ γένους ἄνακτος εὐσεβεστάτου· μόνον πλατυνθῇ σκῆπτρα τῆς μοναρχίας καὶ ‘γῆς ἀνάξῃ‘ Ῥωμανὸς πάσης μόνος.» Ἐπεὶ δὲ πληθὺς μυρίανδρος βαρβάρων ἐκ τῶν πυλῶν ὥρμησεν ὡς ‘Νότου νέφοσ‘
470βρυχὴν ἀπειλοῦν καὶ προδεικνύον σπόρον, οἱ σοὶ ‘τραπέντες εἰς φυγὴν‘ πεπλασμένην πάγην ἐτεχνάζοντο τὴν Κρητοκτόνον. πύργον δὲ μακρὸν πάντες ἐκβεβηκότες καὶ τῶν πυλῶν ἔξωθεν ἐξωρμηκότες,
475ποινὰς ὑπεῖχον πίστεως τὰς ἀξίας. ἐκ τεττάρων γὰρ σταυρικῶς ἐγκρυμμάτων κλύδων ἐγερθεὶς καὶ σφοδρῶς ἐπιβράσας, ‘χειμῶνα γεννᾶν‘ ἤρξατο πρὸ τῆς μάχης καὶ δυσμενῶν ἦν συμφορὰ κλόνος, στόνος,
480λαῶν δὲ τῶν σῶν χαρμονὴ νικηφόρος. ὡς οὖν σταθέντες ἦσαν ‘ἐν μεταιχμίῳ‘, τὴν ἔκβασιν βλέποντες ἐστενωμένην
οἱ τῆς ἑαυτῶν αἴτιοι φονουργίας, ἔβαλλον εὐθύς, ἀντεβάλλοντο πλέον19
485καὶ τὴν ‘φυγὴν ἔχοντεσ‘ ἠπορημένην —πάντῃ γὰρ αὐτοῖς ἦν ταράττουσα βλάβη— ἔστησαν εἰς ἓν τῆς ταφῆς τὸ χωρίον. τίς ἐκτραγῳδῶν ἐκβοήσει τοὺς φόνους καὶ τὴν ἑκάστου τῆς σφαγῆς τιμωρίαν;
490ὁ μὲν γὰρ αὐτῶν ἐν νεφροῖς βεβλημένος περιτροπὰς ἔπασχεν, ἅσπερ ἠγνόει, καὶ πρὶν χορευτῶν οὐ μαθὼν περικλάσεις, ἄκων χορευτὴς ἦν λαβὼν ἀκοντίῳ· ἄλλος στερηθεὶς τῆς κεκαρμένης κάρας
495‘ἔκειτο πρηνὴσ‘ σταυρικῶς ἡπλωμένος καὶ τοὺς ἑαυτοῦ δυστυχῶς ‘κινῶν πόδασ‘ ‘χύσει‘ κολυμβᾶν ἤθελεν τῶν ‘αἱμάτων‘· ἄλλος δὲ πληγεὶς τὴν κατάξηρον ῥάχιν κύπτων ἄκων ἦν προσκυνῶν σου τὸν στόλον·

poem

(500)

ἄλλος δὲ νεκρὸς καὶ πόδας τετμημένος λελησμένος προὔκειτο τῶν ἱππασμάτων· ἄλλος δὲ τὴν ‘ἄναλτον‘ ὠσθεὶς ‘γαστέρα‘ ‘χερσὶν κατεῖχε‘ τὴν πλοκὴν τῶν ἐντέρων, καὶ πρὶν μαχητὴς εὐσθενὴς κεκριμένος,
505μάγειρος ἦν ἄπειρος ἐντεροπράτης. οὕτως μετηλλάξαντο τὴν πανοπλίαν εἰς ἀλλοτέχνους συμφορὰς οἱ τῆς Ἄγαρ, καὶ πᾶς τελευτῶν ‘εἶχε‘ τὴν ‘τιμωρίαν‘ τέχνην πονηρὰν εἰς ἀναίρεσιν βίου.
510 Εἷς οὖν ἐκείνων ἦν ἀνὴρ Κρὴς ἱππότης, γιγαντοειδής, ὃς ‘λαβὼν τὴν ἀσπίδα‘
καὶ τὴν μάχαιραν τῷ στρατηγῷ τῆς μάχης ἐναντίως ἤλαυνε προσβαλεῖν θέλων. ἀλλ’ οὐκ ἀφῆκεν ἡ δίκη τοῦτον φθάσαι·20
515πλήττει γὰρ αὐτὸν ὁ κρατῶν Νικηφόρος τῆς ὀσφύος κάτωθεν, ὀμφαλοῦ μέσον, καὶ τοῦ μὲν εἶχε σῶμα νεκρὸν ἡ κόνις, τοῦ δὲ κλέος μέγιστον ὁ πλατὺς στ〈όλοσ〉. οὕτω ‘κακῶς ἔπασχον‘ ἐγκεκλεισμένοι
520‘ἐκεῖθεν ἔνθεν‘ τοῖς φονευταῖς ἐνδίκως οἱ τῶν ἀθέσμων πράξεων ὑπηρέται. εἰ δ’ ἦν τις αὐτῶν ‘εἰς φυγὴν ὡρμημένοσ‘, ἔμπροσθεν εἶχε φραγμὸν ἔμποινον ξίφος καὶ τὸν στρατηγὸν πανταχοῦ Νικηφόρον
525βάλλοντα καὶ κράζοντα τοῖς στρατηγέταις· «βάλλωμεν, ἄνδρες, τοὺς βιοφθόρους λύκους.» Ὅμηρε, ‘πηγὴ τῶν λόγων‘, ὁ τῆς μάχης πόρρω πεφυκώς, ὡς παρὼν δὲ συγγράφων, ὁ ‘πολλὰ κάμνων‘ ἐν κενοῖς καὶ τοὺς πόνους
530διεξιὼν ἅπαντας Ἑλλήνων μάτην, σὺ δεῦρο καὶ βόησον ὄγκῳ ῥημάτων Ῥώμης στρατοῦ καύχημα καὶ μέγαν στόνον ἐχθρῶν παλαιῶν, δυσμενῶν, δουλοσπόρων· ἕξεις γὰρ ἡμῖν τὴν ἀλήθειαν τύπον,
535ὡς τοῖς Ἀχαιοῖς τὴν παρέκβασιν κτύπον· οὐκ ἦν γὰρ ἔνθα τις φυγὼν ἐκ τῆς μάχης, οὐδ’ εἰ πτερωτὴν εἶχε βάρβαρος φύσιν. Ξέρξης, ὁ τὸ πρὶν γῆν θαλασσῶσαι θέλων, μὴ προσβαλών σου τῷ κράτει ‘τιμὴν ἔχει‘·
540οὐκ εἶδεν οὗτος ‘γυμνὰ‘ Ῥωμαίων ‘ξίφη‘, οὐκ εἶδε τὴν σήν, Ῥωμανέ, σκηπτουχίαν· ἦ γὰρ παρῆλθε τὸν στρατόν σου θαυμάσας, τὴν ἧτταν ἐν σοὶ προσλαβών, σκηπτοκράτορ.21
post543t〈Γʹ〉
544Ὁ τῆς ἀβύσσου τὰς πολυστόμους χύσεις
545κλείων, χαλινῶν, ἐξανοίγων, ἐξάγων, οὗτος ‘πλατύνει‘ τοὺς ὅρους τοῦ σοῦ κράτους, ἄνακτος υἱέ, καὶ κρατύνει τὸν στόλον καὶ ‘πάντα ποιεῖ‘ καὶ ‘καταστρέφει πόλεισ‘. καὶ τίς ‘καταξίαν‘ σε τῶν λογογράφων,

poem

(550)

ἄναξ, ἐπαινεῖν εἰς τοσοῦτον ἰσχύσει, κἂν ἔστιν ἄλλος ἐν Σταγειρίταις, Πλάτων ἢ τῶν Ἀθηνῶν ὁ κρατῶν Δημοσθένης ἢ τὴν πολυθρύλλητον ὁ ‘κρούων λύραν‘; ἔγωγε τῶν σῶν δουλικῶς ἐγκωμίων,
555ὁ τῆς ‘παρούσης ἡμέρασ‘ λογογράφος, ἀπάρχομαι μέν, ἀλλὰ τῆς ἀτολμίας τὰ ‘κέντρα κεντεῖ‘ καὶ βιάζει τὸν λόγον. σὺ δὸς τὸ τολμᾶν, ‘ἐξάνοιγε τὸ στόμα‘, ‘δίδαξον ἡμᾶσ‘ μὴ σιωπᾶν εὐκόλως,
560ὅταν τοσαύτη συμφορὰ τοῖς βαρβάροις· πλάτυνε τὸν φάρυγγα τῇ παρρησίᾳ· καὶ γὰρ στενοῦται προσβαλών σου τοῖς πόνοις. ἀγωνιᾷ χείρ, εἴργεται νοῦς πολλάκις, συστέλλεται δὲ καὶ πτοεῖται καὶ θέλων
565τοῖς σοῖς βαδίζειν χριστομιμήτοις τρόποις,
ὡς πτὼξ δεδοικώς, τὰς ὁδοὺς παρατρέχει. σὺ γὰρ τὸ νικᾶν πανταχοῦ κεκτημένος, ‘τὸ κοινὸν ὠφέλησασ‘, ηὔξησας μόνος· σὺ τὴν φάλαγγα τῶν ἐναντίων πόνοις22
570ὤθησας ‘εἰς φάραγγα‘ ‘δυσβάτων τόπων‘· σὺ τὰς πόλεις ‘ἔπλησασ‘ οὐ ‘σκύλων‘ μόνων, ἀλλ’ εἰρήνης ‘ἔπλησασ‘ καὶ πολλῆς ‘δόξησ‘. ‘Ἀγαλλιάσθω‘ τάξις ἀγγέλων ἄνω, χορευέτω σύστημα τῶν βροτῶν κάτω·
575οὐχ Ἡρακλῆς ἔσωσε τοῦ κήτους Φρύγας, ὁ δεσπότης δὲ κόσμον ἐκ φονουργίας, οὐ Μελέαγρος τοῦ πυρὸς τὴν πατρίδα, ὁ Ῥωμανὸς δὲ πᾶσαν ἄρτι τὴν κτίσιν. τοῖς σοῖς, Ἀλωεῦ, τίς χάρις παισὶν πάλαι
580χαλκοῦν τεχνουργεῖν Ἄρεος πίθον μέγαν; οὐ μητρυὰ γὰρ τοῦτον, ἀλλ’ ὁ δεσπότης κινεῖ κατ’ ἐχθρῶν Κρητικῶν λύσας πίθον· οὐκ ἦν γὰρ εἰκός, ἄστρον ἥλιε, στέφους σοῦ σκῆπτρα λαμπρύναντος ἐν μοναρχίᾳ,
585ἐκεῖνον εἱρκτῇ καὶ στενοῦσθαι καὶ μένειν, ἀλλ’ ἢ σὺν αὐτῷ σὲ κρατεῖν τὴν ἀσπίδα καὶ γῆν ‘μολύνειν αἵμασιν‘ τῶν βαρβάρων. Ἐπεὶ δὲ Κρητῶν ἡ φάλαγξ κατεσφάγη, ὡς ἐν κυνηγοῖς πτὼξ πεσὼν ἀνῃρέθη,
590πολλῶν μὲν ἡ γῆ ‘συμφορῶν ἀπηλλάγη‘, ἀπεπλύθη δὲ μυρίων μιασμάτων,
καὶ πᾶς Σκύθης ἔκειτο νεκρὸς εἰς χθόνα, κυσὶν ποθητὸς ἢ γυναιξὶ καὶ τέκνοις. τούτων ἁπάντων ἀγνοῶν τὰς ἐκβάσεις23
595αὐτός, στρατηγέ, καὶ πάλιν τὰς φροντίδας ‘ἔνδον‘ συνῆγες ὡς στρατὸν τῆς ‘καρδίασ‘, ἕως τὸ γράμμα θᾶττον ἐξ ὑπηκόων πολλῆς ἐπῆλθε χαρμονῆς πεπλησμένον. μαθὼν δὲ πάντα καὶ ‘κροτήσας τὰς χέρασ‘,

poem

(600)

οἵαν προσευχὴν οὐκ ἔχει λέγειν φύσις, πρὸς τὸν θεὸν δέδωκας, ἀλλ’ ἴσως, ἄναξ, τὴν τοῦ προφήτου· «Κύριε» —κράζων μέγα—, «ὁ κύριός μου, μὴ σιωπήσῃς ὅλως· εἰ γὰρ σιωπήσειας, εἷς τῶν ἐν βόθρῳ
605βαινόντων εἰμί, σκυθρωπός, πλήρης μόχθων. ἄκουσον ἡμῶν εὐτελῶν ὀδυρμάτων, καὶ σὸν φυλάττων ποίμνιον σεσωσμένον τρόπωσον ἐχθροὺς καὶ κόπασον τοὺς πόνους, οὓς ὁ στρατός σου καρτερῶν ἀσπάζεται.»
610 Τοιαῦτα μὲν σὺ συστρατηγῶν οἰκέταις καὶ μὴ παρὼν ἔπραττες, ὡς Μωσῆς πάλαι τροπῶν Ἀμαλὴκ τῇ χερῶν ἐπεκτάσει· ὁ δὲ στρατός σου ταῖς ἐπαλλήλοις μάχαις νικῶν ὑπῆρχεν εἰς ὀφρῦν ἐπηρμένος.
615ἐδεῖτο λοιπὸν εὐκεράστου φαρμάκου εἰς σωφρονισμὸν τῆς ἐπιστάσης νόσου. καὶ ‘νυκτὸσ‘ ἄρτι ‘τῆς στυγνῆσ‘ ἁπλουμένης καὶ τοῦ στρατοῦ χαίροντος ἢ καυχωμένου καὶ πρὸς μονὴν σπεύδοντος ἢ καλουμένου,
620ὡς ἐν ξυρῷ πᾶς ἦν τόπος ξιφηφόρος,
‘βουνοί‘, ‘νάπαι‘, ‘φάραγγεσ‘, εὐθεῖς κοιλάδες· τῶν Κρητικῶν γὰρ ἐκχυθεὶς φωλευμάτων προευτρεπισθεὶς ἑπτασήμαντος στόλος, πολλὴν παρεῖχε τῷ στρατῷ δειλανδρίαν,24
625ἄφνω προκύψας καὶ φανεὶς ‘παρ’ ἐλπίδα‘. καὶ νὺξ μὲν ἐστόλιζεν ἐν φωτὶ σκότος —θώραξ γὰρ ὡς φῶς καὶ μάχαιρα καὶ κράνος μετημφίαζον τὴν βαφὴν τῆς ἑσπέρας—, οἱ δὲ στρατηγοί, ‘πρὸς φυγὴν κεκλιμένοι‘,
630ταῖς ἀσπίσι σκέποντες ὥρμων αὐχένας, καὶ πᾶς ὁ φεύγων εἶχεν ὡς εὐεργέτιν θάλασσαν αὐτὴν καὶ τὰ τῶν πλοίων σκάφη. οὐκ ἦν γὰρ ἰσχὺς νυκτὶ καὶ τοῖς βαρβάροις ἄμφω μάχεσθαι καὶ κατασφάττειν πάλιν,
635εἰ μήπερ αὐτός—θαῦμα καὶ τοῦτο ξένον ἄκουσμα—, θερμὸς πᾶσιν ἑστὼς ἱππότης ἐκ τῶν ἀδήλων, ὡς δοκεῖν, ἱππασμάτων, παραινέτης ᾖς καὶ κατάπληξις μόνος καὶ θᾶττον ὥρμας ἐκ φυγῆς πρὸς τὴν μάχην
640τοὺς ἐκπλαγέντας τῇ κεκρυμμένῃ μάχῃ. Ὡς οὖν στραφέντες εἰς ἀνελπίστους βίας ἔτεινον ἁπλῶς ἠκονημένα ξίφη, ἤχησεν ἀσπίς, ἐκρότησε τὸ κράνος, ἔλαμψεν ἡ νὺξ συμπονοῦσά σοι τότε
645καὶ πᾶς ἔκειτο Κρητικὸς παρεργάτης εἰς αἷμα νεκρὸς καὶ πνοῆς ἐξηρμένος. οὐκ ‘εἶχε‘ λοιπὸν νὺξ ‘ἀφορμὴν‘ τὸ σκότος ἐν τῇ τοσαύτῃ συμφορᾷ τῶν τῆς Ἄγαρ· ἤριζε ταῖς πρὶν ἡμέραις καὶ τοὺς φόνους

poem

(650)

πλεῖον προεξέτεινεν ἡμερῶν δέκα.
οἱ βάρβαροι δέ, καίπερ ὄντες ἐκ σκότους, κατῃτιῶντο τῷ σκότει τῆς ἑσπέρας καὶ τὴν ῥοδόχρουν εἰς προσευχὴν ἡμέραν ἔστησαν ἐλθεῖν· εἶτα καὶ τοῦ φωσφόρου25
655ἀκτῖσι λευκάναντος ἄρτι γῆς πλάτη, ἀπηυχαρίστουν ταῖς ὁδοῖς τῆς ἑσπέρας καὶ τὴν ποθητήν, ἥνπερ εἶχον, ἡμέραν ἐχθρὸν βδελυκτὸν ἔβλεπον μεμηνότα. Ὡς τοὺς κακῶς τρωθέντας ἐξοπισθίως
660φεύγοντες ἐξήλαυνον οἱ λελειμμένοι, καὶ γῆ ‘στολὴν εἴληφεν‘ ἐκ τῶν σωμάτων, καινήν, ὑφαντήν, ἐκ ξιφῶν τεθηγμένων· ἐκεῖ τὸν ἵππον ἱππόται θεὸν τότε πρὸ τοῦ πεσεῖν ἔκραζον, οἱ πεπτωκότες
665τὸν εὐσθενῶς τρώσαντα μὴ βαλεῖν ἔτι. τοὺς οὖν φυγόντας τὴν πικρὰν ταύτην μάχην οὐ μέχρι φημὶ τεττάρων ἢ καὶ δέκα· τοσοῦτον ἦσαν τῆς τελευταίας τύχης, ἐξ ὧν ‘κακῶς ἔπραττον‘ οἱ Κρῆτες τότε.
670 Τίς Ἰδομενεὺς ὁ θρασὺς δημηγόρος, ὁ συστρατηγῶν Ἑλλάδος στρατηγέτῃ, ᾧ τὰς ἀπειλὰς ἐξονειδίζων πάλαι πρὸς τὴν μάχην ἤγειρεν Ἀτρέως γόνος; φθάσας παρελθεῖν εὐτυχὴς ἦν τὸν βίον,
675ὡς τὴν ἅλωσιν οὐκ ἰδὼν τῆς πατρίδος. Ὡς δὲ τραπέντας εἶδεν ὁ πρῶτος Χάρων, Κρήτης ἀμηρᾶς, ἔνδοθεν πεφραγμένος —ἐκ τῶν ἄνω γὰρ ἔβλεπεν πυργωμάτων—, λαοῖς κατασχεῖν τὰς πύλας ἐπιτρέπει,
680καὶ ‘τὸ πρόσωπον χερσὶ τύψασ‘, ὁ δράκων, ἀφῆκε καπνὸν συμφορῶν ἐκ καρδίας· ‘ἧψασ‘ γὰρ αὐτοῦ ‘πῦρ‘, ἄναξ, τοῖς ἐγκάτοις σπινθῆρας αὐτῷ σοὺς ἀφεὶς στρατηγέτας. ‘Ἀγαλλιάσθω‘ πᾶσα Ῥωμαίων πόλις,26
685θάλασσα συγχόρευσον, εὐφραίνου κτίσις· ὁ θὴρ ὁ δεινός, ‘σάρκασ‘ ὁ πρὶν ‘ἐσθίων‘, κοινῶν στερεῖται σιτίων κεκλεισμένος, ὁ μὴ κορεσθεὶς ἐν ‘ῥοαῖς τῶν αἱμάτων‘, διψᾷ σταλαγμὸν ὕδατος τετηγμένος.
690οὕτω ‘κακῶς ἔχουσιν‘ οἱ θεαρχίας πράξει πονηρᾷ τὸ τρισέμφωτον κράτος ἐκ τῆς ἑαυτῶν καρδίας ὠθηκότες. Ὡς οὖν ὑπῆρχεν ἔνδοθεν πεφραγμένος, τείχει πεποιθώς, οὐ σθένει στρατευμάτων,
695ὁ σὸς στρατηγὸς καὶ πάλιν Νικηφόρος κριοῖς, χελώναις, σφενδόναις ἐπιτρέπει βάλλειν τὸ τεῖχος, τὰς ἐπάλξεων βάσεις, τοὺς εἰς τὸ τεῖχος ‘πάντα‘ σὺν προθυμίᾳ ‘ποιεῖν‘, τελεῖν πράττειν τε τοῖς ἐναντίοις.

poem

(700)

τούτου λαλοῦντος τῆς ἀηδόνος δίκην, αἰσθητικῆς ἔκαμνε πεντάδος μέτρον· τῶν ὀμμάτων γὰρ κρουνὸς ἔρρει δακρύων, ὀσφρήσεως πῦρ, ἦχος ἐκ τῶν ὠτίων, λόγων δὲ κρουνοὺς ἐξέπεμπε τὸ στόμα
705καὶ χεὶρ ‘ῥοὰσ‘ ἔβλυζε πολλῶν ‘αἱμάτων‘, ἐκ τῆς στροφῆς πάσχουσα τῶν ἀκοντίων. Οὕτως ἐκεῖνος, ὡς φανῇ σὸς οἰκέτης, ἐπλήττετο ζέοντι καρδίας πόθῳ,
πλὴν ‘εἶχε καιρὸν‘ ἐμποδὼν τῶν πραγμάτων,27
710βάλλοντα τοῦτον ἀντὶ μυρίων πόνων. ἦν οὖν βαδίζων, ἦν τρέχων ‘ἄνω κάτω‘, κλαίων, παραινῶν καὶ παρορμῶν τὸν στόλον· ᾐδεῖτο καὶ γὰρ τοὺς πόνους τοῦ σοῦ κράτους † κενῶς δι’ αὐτοῦ μὴ παραβλέψας ὄκνος
715ἐν τοῖς ἀθέσμοις Κρητικοῖς ἀναπλάσθαι. † ὁ δὲ στρατηγὸς σφενδονοστρόφων, ἄναξ, ποιεῖ ‘γέλωτος ἄξιόν‘ τι καὶ πλέον· ἐν σφενδόνῃ γὰρ νωθρὸν ἐμβαλὼν ὄνον ῥίψαι κελεύει ζῶντα τοῖς ὄνοις ὄνον.
720οἱ δὲ σταθέντες τῇ πλοκῇ τῶν σφιγμάτων πέμπουσι τὸν δύστηνον αἰθεροδρόμον. ὁ δὲ προηυτρέπιζεν, ἐξήπλου πόδας, εἰς ἀέρα προὔβαινεν ἀγρότης ὄνος. ὁ πρὶν ταπεινὸς ἐν μεταρσίᾳ βάσει,
725ὁ νωθρὸς ἐν γῇ καὶ χελωνόπους ὄνος, νεφοδρομῶν ἔπληττε τοὺς Κρῆτας τότε. Ξέρξης ἐδείκνυ γῆν ὕδωρ, τὸ πρὶν νέα, καὶ πάντας ἐξέπληττε τοὺς ἐναντίους, ὁ σὸς δέ, παμμέγιστε Ῥωμανέ, στόλος
730νωθροὺς ὄνους φάλκωνας ἀπτέρῳ βάσει. Τοῦτον πεταστὸν ὁ στρατηγέτης βλέπων τοῖς συστρατηγοῖς μειδιῶν, ὡς ἐκ ζάλης τὸν νοῦν ἀνέλκων, εἶπεν, ἐκ τῶν φροντίδων· «Νέον πετεινὸν εἰς τροφὴν τὸ θηρίον
735καθήμενον νῦν ἔνδοθεν, φίλοι, λάβῃ, ὡς ἐξ ἀφάντων καὶ κεκρυμμένων πόρων ‘πλήσει‘ τε τὴν ‘τράπεζαν‘ ἐκ τῶν βρωμάτων· δεῖσθαι γὰρ αὐτὸ τῶν ἀναγκαίων λόγος.» Ὦ φθέγμα κλεινόν, ὦ μελίρρυτον στόμα28
740τοῦ σοῦ στρατηγοῦ, δόξα τῶν ἀνακτόρων, τίς οἶδεν ἄλλος τῶν πάλαι βροτῶν πλέον, ἐξ ὧν ἀνέγνω, τῶν τανῦν πεπραγμένων; εἴ τις γινώσκει θαῦμα Ῥωμαίων μάχαις τοῖς ἱστοροῦσιν ἐντυχὼν λογογράφοις,
745ταῖς δεσπότου νῦν δεῦρο δὴ προβαλλέτω νίκαις ἐκεῖνο καὶ φανήσεται τρίτον ὕψει μεγίστῳ καὶ πόνοις ἀνενδότοις. Κῦρος, Δαρεῖος, Κροῖσος, οἱ στρατοκράται, Καῖσαρ, Ἀχιλλεύς, Μακεδὼν καὶ Πομπίος,

poem

(750)

Φίλιππος ὁ πρίν, ὃν γράφει Δημοσθένης, ὁ μικροτερπὴς πλὴν φανεὶς ἀριστόπαις, Κάρβων, ὁ Σύλλας, Βροῦτος, ὃς τοῦ Πομπίου ἔβαψε τὴν μάχαιραν ἐκ τῶν αἱμάτων, οὗτοι καθ’ ἡμῶν τῶν ὑπηκόων, ἄναξ,
755ὁμοῦ στρατευέτωσαν· ‘οὐκ ἔχει φόβον‘ ‘ἔχουσα‘ τὴν σὴν ἡ πόλις ‘πανοπλίαν‘. Μῦθοι βοῶσι τοὺς πόνους Ἡρακλέους, ὑψοῦσιν αὐτὸν τῆς ἀληθείας πέρα, φωνοῦσι πολλὰ καὶ καταπλήττουσί με
760καὶ πλεῖστα φημίζουσιν ἴσως ἀξίως· πλὴν ἐκράτησεν ἢ ‘κατέστρεψεν πόλεισ‘,
πολλὰς γὰρ εἴποις, ἀλλὰ τοιαύτην πότε; οὐκ ἦν τις ἄλλος τῶν πάλαι Ῥώμης ἄναξ, οὐκ ἦν τις ἄλλος ὡς ὁ κλεινὸς δεσπότης.29
765 Πολλῶν ἀνέγνων ἱστόρων πολλὰς βίβλους, Πλούταρχον ἐξαίροντα Ῥωμαίων κράτη —ἔγνων γὰρ αὐτόν· οὗτος, ἀλλὰ πολλάκις, κλέπτει τὸ χαῦνον καὶ τὸν ὄγκον εἰσάγει, ὑψοῖ τὸ μικρὸν καὶ κατασπᾷ τὸ πλέον—,
770Δίωνα τὸν τέττιγα, τὴν σοφὴν λύραν· οὐχ εὗρον ὡς σὲ λαμπρὸν ἐν στρατηγίαις, οὐχ εὗρον ἄλλον δεύτερον στρατηγέτην, οὐχ εὗρον ἄλλον Ῥωμανὸν βουληφόρον, οὐχ εὗρον ἄλλον, οὐδὲ ‘τὸν τοῦ Φιλίππου‘,
775ὃν πρῶτον ὁ Πλούταρχος ἐν μάχαις ἔχει. τοσοῦτον ἤρθης τῇ θεοῦ συνεργίᾳ, τοσοῦτον ἐκράτησας ἄλλων ἐν μάχαις, τοσοῦτον ἐξέπληξας ἐχθροὺς ἐν ξίφει.
post778t〈Δʹ〉
779Ἄρτι, κραταιέ, φῶς, ἄναξ οἰκουμένης,
780τοῦ σοῦ στρατοῦ κάμνοντος ἐν παραστάσει βάρει σιδήρου καὶ κόπῳ καὶ φροντίδι, ‘χειμῶνι πολλῷ‘ καὶ κρυμοῖς ἀνενδότοις, τῶν Κρητικῶν ἔξωθεν οἱ πρῶτοι κύνες, οἱ γῆς τοπάρχαι καὶ φαλαγγάρχαι τότε
785—‘κρημνοὺσ‘ γὰρ αὐτοὶ καὶ ‘φαραγγώδεις τόπουσ‘ ᾤκουν—, ἐκεῖθεν ἐξελαθέντες ξίφει, πληγέντες ὁρμῇ καὶ βολῇ τῇ τοῦ κρύους
καὶ τοὺς ἑαυτῶν οὐκ ἀπειπόντες χρόνους, ὁμοῦ καθ’ ἡμῶν—καὶ γὰρ εἰς συνοικέτας—30
790ἐκ τῶν ὀρῶν ὥρμησαν εἰς σφαγὴν μίαν. Ὡς οὖν τὸ βουνόθρεπτον ἄγριον γένος αἰγῶν, λαγωῶν καὶ ταπεινῶν δορκάδων, χειμῶνι πικρῷ τὴν τροφὴν λελειμμένων, ἐκ τῶν ἄνωθεν ψυχοκρυστάλλων τόπων
795κοίλοις προβαίνει καὶ βαδίζει χωρίοις, τροφὴν ἐρευνῶν καὶ βοτανώδεις τόπους, οὕτως τὰ φαῦλα τῆς ἁμαρτίας τέκνα τοῖς τῆς θαλάσσης κυμοδέγμοσιν τόποις σκέπαις ἐπακταῖς ἔτρεχον καὶ κοιλάσιν.

poem

(800)

ὡς δὲ κρεῶν τὸ λίχνον ἐν θηρσὶν γένος, λύκοι, κόρον σπεύδοντες εὑρεῖν γαστέρος, βαίνουσιν ὀργῇ καὶ κενώσει κοιλίας πρὸ τοῦ φθάσαι ‘χαίνοντεσ‘ ἐκτάδην ‘στόμα‘, οὕτως τὸ φῦλον τῶν ἐκεῖ δουλοσπόρων
805τοῖς σοῖς βιασθέν, ποιμενάρχα, ποιμνίοις, κατεξανέστη καὶ παρεστόμου ξίφος, βρῶξαι προθυμοῦν σάρκας ἀντὶ βρωμάτων, ‘πιεῖν τε θερμὸν αἷμα‘ Ῥωμαίων θέλον καὶ πρῶτα λαμπρῶς τῆς μάχης λαβεῖν κράτη.
810τούτοις ὑπῆρχεν ἡγεμὼν τοῖς βαρβάροις ὁ Καραμούντης, ὁ σφαγίπλουτος γέρων, ὁ τῶν ‘παλαιῶν ἡμερῶν‘ νέος δράκων, ὁ καὶ ‘κρατῆσαι‘ Κρητικῶν τὰς ‘ἡνίασ‘ εἰς νοῦν ἔχων ἅπαντα τὸν ‘ζωῆς χρόνον‘.
815οὗτος προηυτρέπιζεν εἰς σφαγὴν τότε
πλῆθος δεκαπλῆς ἐμβαλεῖν χιλιάδος. Ἐπεὶ δὲ πάντας τῶν ὀρῶν εἶδεν κάτω, ξιφηφοροῦντας, ἱππικούς, πεζηλάτας, σταθεὶς παρῄνει καὶ παρώρμα πρὸς ξίφη,31
820φάλαγγας ἱστῶν καὶ φαλαγγάρχας νέους, φράττων κύκλοις ἔξωθε τὰς περιστάσεις, τοιαῦτα φωνῶν καὶ βοῶν τοῖς βαρβάροις· «Πολλὴ μὲν ἡμῖν, ἄνδρες, ἐστὶν ἡ βία, ‘πολὺς ταραγμὸσ‘ καὶ καταιγὶς καὶ πόνος,
825ἀλλ’ ‘ἔστιν‘ ἡμῖν θᾶττον ἡ ‘σωτηρία‘, μόνον θέλωμεν, χερσὶν ἐξευρημένη. βῶμεν πρὸς ἐχθρούς, μὴ φοβηθῶμεν ξίφη, στῶμεν κατ’ αὐτῶν, μὴ πτοηθῶμεν δόρυ, καὶ πάντας εἰς θάλατταν ἐξωθηκότες,
830τρόπαιον ὧδε στήσομεν λαοκτόνον.» καὶ πάντες εὐθὺς εἶπον ὥσπερ ἓν στόμα «Θάνωμεν, εἰ δεῖ, σήμερον πατρῶν ἅμα, σὺ δὲ πρόθυμον, ὡς ἐνόν, πᾶσιν δίδου· σὺ γὰρ πατὴρ καὶ πύργος ἡμῶν ἐν μάχαις.»
835τούτοις τὸ κοῦφον ἐμπτερωθὲν ἀπτέρως ὥρμησε φῦλον προσβαλεῖν σου τῷ στόλῳ, ‘λαὸσ‘ πονηρός, ‘δυσμενήσ‘, αἱμορρόφος, φῦλον πονηρὸν Ἰσμαὴλ δουλοσπόρου. τοιαῦτα μὲν πράττοντες ἦσαν ἐν ζάλῃ
840βίας τοσαύτης Κρῆτες οἱ πεφευγότες, οἱ πολλάκις μὲν εἰσδραμόντες εἰς μάχην καὶ πολλάκις πληγέντες ἐκ τοῦ σοῦ στόλου. Τί δαὶ τὸ σὸν στράτευμα; τοῖς θαλαττίοις οἱ μὲν τόποις ἔκειντο—καὶ γὰρ ἦν κρύος
845Βορρᾶ πνέοντος εἰσβολαῖς δυσπρακτίοις—
οἱ δὲ κρατοῦντες τῶν ‘πυλῶν‘ τὰς ‘ἐξόδουσ‘ τοὺς ἔνδον ἐξέπληττον ἐν παραστάσει. μαθὼν δὲ τὴν φάλαγγα τῶν ἐναντίων ‘κοίλοις τόποισ‘ βαίνουσαν, ὡς δὲ θηρίον32

poem

(850)

‘θυμοῦ πνέουσαν‘, ἀλλὰ καὶ δειλανδρίας, ἄρχων στρατηγὸς ἐν μάχῃ Νικηφόρος ‘ἄπιστον εἶχε‘ τοῦτο καὶ παραυτίκα τάττει τὸ τάγμα τῶν Θρᾳκησίων ὅλον μαθεῖν τὸ πρᾶγμα· καὶ γὰρ ἦν τοῦτο ξένον,
855ἐν τῇ τοσαύτῃ συμφορᾷ ‘πλέκειν δόλουσ‘ τοὺς ἐκκοπέντας ἑπτάκις τῷ σῷ στόλῳ. τούτοις στρατηγὸς ἦν ἀνὴρ ὁ τὸ ξίφος ποθῶν ὑπὲρ σοῦ καὶ προτείνων εἰς μάχην καὶ μὴ δεδοικὼς τὴν ‘τομὴν‘ τῶν ‘φασγάνων‘,
860ὁ καὶ πρὶν εἰς ἄπληστον ἐμπεσὼν γένος θάρσει μεγίστῳ καὶ προθυμίᾳ ξένῃ καὶ ‘δοὺς ἑαυτὸν‘ εἰς σφαγὴν μονωτάτως καὶ τοὺς ἀνίππους συνταράξας βαρβάρους. ὅς, φεῦ, κρατηθεὶς τῇ τροπῇ Μακεδόνων
865καὶ πρὸς ‘ξένην γῆν‘ δέσμιος κατεσχέθη καὶ τοὺς ῥυποῦντας εἶχε πικροὺς δεσπότας. οὗτος σταλεὶς ἐκεῖθεν εἰς πρῶτον λόχον, ἔρωτι πληγῶν, καρδίας ‘ὑπερζέσει‘, μέσον τὸ κοινὸν εὗρε βαρβάρων τέλος,
870ὡς φύλλα ῥίψας τῶν μελῶν τὴν τετράδα. ὡς γὰρ μέγιστος καὶ πολύχρονος ‘λύκοσ‘ ἔμπειρος ὢν ‘ἅρπαξ‘ τε καὶ ποιμνηλάτης, πεινῶν, ἑαυτὸν τῇ μονῇ τῶν ποιμνίων θάρσει προπέμπει καὶ καταξαίνει κύνας,
875ἕως κρατηθῇ καὶ σφαγῇ τοῖς ἀνδράσι, οἳ πολλάκις ἔβρυξαν εἰς αὐτὸν μέγα, οὕτως ἐκεῖνος ἐμπεσὼν στρατηγέτης Ῥώμης κραταιὸς καὶ μονωθεὶς εἰς μέσον, ἔδειξεν οἵους ἄνδρας ἡ Ῥώμη τρέφει.33
880πολλῶν γὰρ αὐτὸν κυκλόθεν πεφραγμένων, πάντες τὸ κοινὸν ἐπτοοῦντο τοῦ τέλους· ὡς γὰρ κεραυνὸν εἶχε χερσὶ τὸ ξίφος κινῶν κατ’ ἐχθρῶν καὶ καθαιμάττων φόνοις, ᾧ τοὺς μὲν ἐξέκοπτε τῶν ἐναντίων,
885ἄλλους κατηνάγκαζε φεύγειν ἐντρόμους, ἄλλους θεὸν κράζειν σε πείθων εἰς μάχην νεκροὺς ἐδείκνυ καὶ ‘πεφυρμένους κόνει‘. ὅμως δὲ πληγεὶς καὶ πεσὼν ξένοις τόποις πολλοὺς προεξένησε τῷ στρατῷ πόνους.
890καὶ δὴ δραμόντες ἱππόται, πεζοδρόμοι ‘κρημνοὺσ‘ ἐκείνους καὶ ‘φαραγγώδεις τόπουσ‘ πάντας καθεῖρξαν καὶ κατέκλεισαν μέσον καὶ βρῶσιν εἰργάσαντο Κρῆτας ὀρνέων. τοσοῦτον αὐτὸς εὐτύχησας ἐν μάχῃ,
895τοσοῦτον αὐτὸς ἐκράτησας βαρβάρων ἐκ τῆς ἄνω ῥοπῆς τε καὶ συνεργίας. Ἰδὼν δὲ τοῦτον καὶ φοβηθεὶς εὐθέως ὁ Καραμούντης ἐν χρόνοις ὁ δυσγέρων βάλλει τὸν ὄγκον τοῦ φρονήματος κάτω,

poem

(900)

φυγῇ δὲ χρᾶται πεζός, ἀλλὰ καὶ μόνος, ὀπῇ δὲ μικρᾷ προστρέχει πετροστέγῳ, κτᾶται δ’ ἐκεῖθεν δυστυχῆ σωτηρίαν. Ἔδει, γέρον, θανεῖν σε πολλῶν πρὸ χρόνων ἤπερ κλονεῖσθαι καὶ παρεισδύνειν πέτραις,
905ὥσπερ λαγωὸς ἐκφυγὼν κυνηγέτας. Ἐκεῖ καθεσθεὶς μέχρι ‘δυσμῶν ἡλίου‘ ἔρραινε τὸ πρόσωπον ἐκ τῶν δακρύων, κλαίων τὸ πικρὸν τραῦμα τῆς δυσβουλίας, βάλλων ἑαυτὸν δυσπαλαίστοις φροντίσι.34
910πρώτης δὲ νυκτὸς ἐξαναστάς, τοῖς ἔσω ἤλαυνε κρημνοῖς τῶν ὀρῶν ἀγωνίᾳ γέρων ἀμηρᾶς, πεζός, ἀλλὰ τετράπους· βίαν γὰρ εἶχεν, ἥτις αὐτοῦ τὰς χέρας ἐπεκράτυνεν εἰς ποδῶν ὑπουργίαν.
915 Ὁ σὸς δέ, παμμέγιστε Ῥωμανέ, στόλος τείχη στραφεὶς ἔπληττεν ἐν προθυμίᾳ, χαίρων κατασπῶν ταῦτα, ῥίπτων εἰς χθόνα.
post917t〈Εʹ〉
918 Γῆ πᾶσα Ῥώμης καὶ θάλασσα καὶ πόλις, ‘βουνοί, φάραγγεσ‘, ἄστρα, τῶν ἀειρρύτων
920ὕδωρ ποταμῶν, τάγμα τῆς ἐκκλησίας, τὰ πάντα κοινῇ συγχάρητε δεσπότῃ. Ἀγαλλιάσθω ‘πλῆθος ἀστέρων‘ ἄνω, χορευέτω δὲ τάξις ἀγγέλων, ὅτι τὸ δυσπρόσιτον θηρίον κατεσφάγη,
925τὸ δεινόμορφον κῆτος ἀντανῃρέθη, τὸ δυσκάθεκτον τραῦμα γῆς ἀνεστάλη. κήρυξον, αἰθήρ, τοῦτο πᾶσαν εἰς χθόνα, βόησον, ἀστὴρ ἥλιε, τρέχων ἄνω, τοῖς βαρβάροις νῦν τὴν σφαγὴν τῶν βαρβάρων.
930 ‘Γνώτωσαν ἔθνη‘ καὶ πόλεις καὶ χωρία τὸ τοῦ μεγίστου Ῥωμανοῦ νέον κράτος, μάθωσιν αὐτοῦ τοὺς ἀκοιμήτους ‘πόνουσ‘,
οἵους δι’ ἡμᾶς ‘ἔσχεν‘ ὁ στεφηφόρος· ‘λάβωσιν‘ αὐτοῦ ‘πεῖραν‘ ἐκ τῶν πλησίον,35
935πρὶν ἢ πρὸς αὐτοὺς ὁ σφαγεὺς ἀναδράμῃ. τῆς Ἀφρικῆς γῆς φρίξατε ξιφηφόροι, ταράσσεται γὰρ Ταρσεωτῶν ἡ πόλις. ‘ἀρὰν‘ παλαιάν, Ἀράβων φυλή, ‘λάβῃσ‘ δουρὶ κραταιοῦ Ῥωμανοῦ, πλὴν ‘ἐν τάχει‘.
940τῶν Δελεμιτῶν Βελεμιτῶν τοὺς τόπους πείσει καλεῖσθαι σὸν βέλος, σκηπτροκράτορ. Αἰγυπτίων δέ, χαῖρε, γῦπες σῷ ξίφει σάρκας καταβρώξουσι τὰς ἀσυστάτους. Χαυδᾶς, ὁ χανδὸν γῆν ὅλην λαβεῖν θέλων,
945χανὼν ‘ἄναυδοσ‘ συμφορᾷ Κρητῶν μένει. Ὦ Χριστέ, πατρὸς τοῦ ‘πρὸ αἰώνων‘ τέκνον, οἷον παρέσχου τῷ στεφηφόρῳ κλέος. Τίς ἂν στενάξῃ τὸν ‘Πολυξένης τάφον‘, τίς τὴν Φρυγῶν ἅλωσιν; ὦ χορὸς νέων,

poem

(950)

ὅσοις Ὁμήρου φροντὶς ἡ τῶν σκεμμάτων, μὴ τοῖς ‘λόγοις κλέπτεσθε‘ τοῦ γεροντίου, μὴ τοῖς κτύποις θέλγεσθε τοῦ μυθοπλόκου· ψευδῆ γὰρ ἱστόρησεν, εἰ καὶ πανσόφως, ὁ πηρὸς ὡς θέλγητρα τοὺς λόγους ἔχων.
955Κρήτης κροτεῖτε τὴν ἅλωσιν, ἣν χρόνος καθεῖλε δουρὶ τῶν σοφῶν ἀνακτόρων, Κρήτης ἐκείνης, τοῦ Διὸς τῆς πατρίδος,
‘Διὸς τυράννου‘, δαίμονος ‘ψευδωνύμου‘, ὃς εὗρε τὴν κάμινον, ἀλλ’ αἰωνίαν,36
960ἀνθ’ ὧν ἑαυτὸν ἦν θεὸν στήσας κάτω, ἀνθ’ ὧν ‘ἔπλησε γῆν‘ σφαγῆς μιασμάτων, ἀνθ’ ὧν ὑπῆρξεν εὑρετὴς παθημάτων. ταύτην ὁ κλεινός, ὁ γλυκὺς Ῥώμης κλάδος, ὁ παγγάληνος, ὁ σφαγεὺς τῶν βαρβάρων,
965ὁ πανσέβαστος καὶ διώκτης Συρίας, ταύτην καθ’ ἡμῶν φλεγμονὰς πυρεκβόλους πέμπουσαν ἐκράτησεν. ὦ ‘μέγα σθένοσ‘, ὦ δίστομα, τρίκογχα—‘δίστομα ξίφη‘, βέλη δὲ τὰ τρίκογχα—, πάγχαλκα κράνη,
970τὰ τὴν σφαγὴν δράσαντα τῶν μιαιφόνων ἢ τοὺς φόνους στήσαντα τοὺς καθημέραν, οὓς εἶχεν ἡ θάλασσα λῃστρικωτέρους. Ὦ πετροπόμπων σφενδονῶν στροφουργίαι, ‘ἵππων φριμαγμόσ‘, ὀξύτης ἀκοντίων,
975σπάθης τε καὶ θώρακος, ἀσπίδος τάσις, ἃ γῆν κατηδάφισε βαρβαρουμένην, ἃ δεσπότης δέδωκεν ἀντὶ φαρμάκων καὶ κόσμον ἐξέσωσε τῆς τυραννίδος. Ὦ ναυστολῆσαν πνεῦμα μυρία σκάφη
980καὶ πομπὸς ὀφθὲν ἀβλαβὴς τοῦ δεσπότου. Θρήνησον, ὦ γῆ πᾶσα νῦν τῆς Συρίας, ἔχουσα τὸν σὸν τῆς βοῆς πρωτοστάτην, τὸν σὸν πλανήτην, οὐ προφήτην, Μωάμεθ, οὗ τὸν χιτῶνα μυρίαις αἰσχρουργίαις
985πεφυρμένον κρύπτουσιν οἱ δούλης γόνοι, κρύπτουσιν ὡς ἄσπιλον ἐσπιλωμένον, ἔχουσιν ὡς ἄχραντον ἐγκεχραμμένον· ἔδει γὰρ ὄντας ἐκ μιασμάτων ἄγη
καλεῖν ἄχραντον τοὺς ξενοσπόρους ἄγος.37
990 Χόρευε λοιπὸν Ἀφρικῶν Σικελία, εὐαγγελίζου πᾶσι τὴν εὐθυμίαν· ἐλευθεροῖ σε συντόμως ὁ δεσπότης. χόρευε γῆ, χόρευε Ῥωμαίων ὅση, ὡς ηὐτύχησας εἰς ἀνακτόρων στέφη,
995ὡς ἐπλάτυνας εἰς τὰ πατρῷα πλάτη, ὡς ἐκράτησας τῶν πάλαι κρατουμένων. Εἴθε προκύψαις τοῦ τάφου, Κωνσταντῖνε, εἴθε σκοπήσαις, ὡς ἔχει τὰ Συρίας· ἔγνως ἂν υἱόν, ὡς Φίλιππος ἱππότην,

poem

(1000)

καὶ τοῦτον εἶπες· «Ὦ τέκνον, ζήτει κράτος· οὐκ ἀρκετόν σοι γῆς ὅλης καὶ γὰρ κράτος.» Κρήτης γὰρ οἷος τῶν ὀδυρμάτων στόνος, οἷος σπαραγμός, ‘γυμνὰ‘ Ῥωμαίων ‘ξίφη‘ ὅταν κατεῖδον ἔνδοθεν πυργωμάτων,
1005ὅταν κατεῖδον τέκνα μικρὰ μητέρας, τὰς μὲν βρόχοις ὄπισθεν ἐστρεβλωμένας, τὰς δὲ πρὸς αἷμα καὶ κόνιν ‘πεφυρμένασ‘, τὰς δὲ στιχηδὸν εἰς σφαγὴν προκειμένας. ἐκεῖ τὰ τέκνα πατέρας καὶ πατέρες
1010παῖδας κατησπάζοντο καὶ κοινῇ ξίφος κρουνηδὸν ὁρμαῖς ἔβρεχον τῶν αἱμάτων. ὑπῆρχε θρῆνος, ἦν βοὴ πορθουμένων, οὐκ ἦν προφήτης ἰσχύων οὐδὲ σπάθη· αὕτη γὰρ ἐχθροῖς ὡς θεὸς τιμωμένη.
1015ἐκεῖ γέροντες ‘εἰς φυγὴν ὡρμηκότεσ‘ ὄπισθεν ἐπλήττοντο τοῖς ἀκοντίοις. ἐκεῖ νέους φεύγοντας ἡ χιτωνίων ἄζωστος εἰς ὄλισθον ἔκλωθεν τάσις
καὶ συμποδισμὸν ἐμπαρεῖχεν ἀξίως,38
1020‘νόμος παλαιόσ‘, πατρικὸς τοῖς βαρβάροις. τῶν οὖν στρατηγῶν ἦν ὑπηκόοις νόμος, καὶ τοῦτο τῆς σῆς προσταγῆς, σκηπτροκράτορ, μὴ πρὸς γυναῖκας πορνικῶς καθυβρίσαι, μήπως τὸ σεμνὸν εἰς ἀβαπτίστους κόρας
1025βάπτισμα χρανθῇ καὶ μολυνθῇ σου στόλος. τοσοῦτον ἐφρόντιζες οἰκετῶν, ἄναξ, ὡς μέχρι λεπτῶν προφθάνειν σου τοὺς λόγους καὶ μέχρι τούτων συνταπεινοῦσθαι φίλοις· καὶ γὰρ φίλος σοι πᾶς κρατῶν τὴν ἀσπίδα
1030καὶ πᾶς ὁ τείνων τὴν μάχαιραν ἐν μάχαις καὶ πᾶς ὁ φεύγων τὴν πικρὰν δειλανδρίαν. Οὕτω ‘ταραγμὸσ‘ εἶχε Κρητῶν τὴν ‘πόλιν‘, τὴν οὖσαν ὡς πρὶν καὶ πάλιν Ῥώμης πόλιν, πόλιν ποθητήν, τὴν ἐπηρμένην πόλιν,
1035τὴν ἐξάκουστον, τὴν πολύπλουτον πόλιν. Ἤκουσε Ταρσὸς καὶ κατασκάπτει τάφρους καὶ πύργον ὑψοῖ καὶ σιδηροῖ τὰς πύλας, καὶ πάντα ποιεῖ συμφοραῖς ἀλλοτρίαις,
τὸ μέλλον αὐτῇ προβλέπουσα φορτίον.39